ΠΡΟΕΟΡΤΙΟΝ
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. |
ΕΟΡΤΙΟΝ
Ἦχος γ´. Αὐτόμελον. Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. Δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. | http://users.uoa.gr/~nektar/orthodoxy/prayers/kontakia_xristoygennwn.htm |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου